Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.329 Joseph. AJ 17.334 (English) >>Joseph. AJ 17.339

17.332

Καίσαρι δὲ ὡς ἀφίκετο ἀγγελία περὶ αὐτοῦ, ἠπίστει μὲν διὰ τὸ μὴ ἂν ῥᾳδίως ἀπατηθῆναι Ἡρώδην ἐν πράγμασιν ἐπὶ μέγα ἀνήκουσιν αὐτῷ, διδοὺς δὲ τῇ ἐλπίδι Κέλαδον τῶν αὐτοῦ τινὰ ἐξελευθέρων ὡμιληκότα τοῖς μειρακίοις πέμπει κελεύσας ἀγαγεῖν εἰς ὄψιν αὐτῷ τὸν Ἀλέξανδρον. δὲ ἀνῆγεν οὐδέν τι βελτίων ἐπὶ τῇ κρίσει τῶν πολλῶν γενόμενος. 17.333οὐ μὴν Καῖσάρ γε ἠπατᾶτο, ἀλλʼ ἦν μὲν ἐμφερής, οὐ μὴν ὥστε ἀπατῆσαι τοὺς σωφρόνως ἐκλογίζεσθαι δυναμένους· αὐτουργίᾳ τε γὰρ ἐτέτρυτο ψευδαλέξανδρος καὶ παρὰ τὸ ἐκείνῳ ῥαδαλὸν τοῦ σώματος ὑπὸ τρυφῆς καὶ γενναιότητος συνερχόμενον διὰ τὰ ἐναντία τῷδε ἐπισκληρότερον ἐξεβεβήκει τὸ σῶμα. 17.334θεασάμενος οὖν συμπνευσμὸν ἐπὶ ψευδολογίᾳ διδασκάλου καὶ μαθητοῦ καὶ λόγων τολμηρῶν συγκρότησιν, ἐξήταζε περὶ Ἀριστοβούλου, τί καὶ γεγόνοι συνεκκλαπεὶς αὐτῷ, καὶ διʼ ἣν αἰτίαν οὐ παραγεγόνοι μεταποιούμενος τῆς ἀξίας, ἧς προσῆκε τυγχάνειν τοὺς οὕτω γεγονότας; 17.335φαμένου δʼ ἐπὶ νήσου τῆς Κυπρίων καταλελεῖφθαι κινδύνων ὑφοράσει τῶν κατὰ θάλασσαν, εἰ περὶ αὐτῷ συσταίη τι δεινόν, μὴ παντελὲς ἐξαλείφοιτο τὸ Μαριάμμης γένος ἀλλὰ περιὼν Ἀριστόβουλος μένοι τοὺς ἐπιβεβουλευκότας, 17.336ταῦτα διισχυριζομένου καὶ συνεστῶτος αὐτῷ τοῦ μηχανοποιοῦ τῆς πράξεως Καῖσαρ καταμόνας ἀπολαβὼν τὸ μειράκιονἀλλὰ σοὶ μισθός, ἔφη, προκείσεται τοῦ μὴ καὶ πρὸς ἐμὲ ἀπάτῃ χρησομένου τὸ μὴ ἀπολούμενον τῆς σωτηρίας· φάθι δή μοι αὐτόν τε ὃς ὢν τυγχάνεις καὶ ὅς σε τοιάδε ᾖξε τολμῆσαι διανοεῖσθαι· μεῖζον γὰρ τὸ ἐπιβούλευμα κακίας ἐγκεχείρηκας χρόνων οὓς γεγονὼς τυγχάνεις.”



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.329 Joseph. AJ 17.334 (English) >>Joseph. AJ 17.339

Powered by PhiloLogic